Ancient Greek
12.14 to 12.25
NOVUM TESTAMENTUM, Acta apostolorum 12.14-25
Not analysed yet
καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα ,εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος . οἱ δὲ πρὸς αὐτὴν εἶπαν · Μαίνῃ . ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν . οἱ δὲ ἔλεγον · Ὁ ἄγγελός ἐστιν αὐτοῦ . ὁ δὲ Πέτρος ἐπέμενεν κρούων · ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν . κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς ,εἶπέν τε · Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα . καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον . Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις ,τί ἄρα ὁ Πέτρος ἐγένετο . Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι ,καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάρειαν διέτριβεν . Ἦν δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις · ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν ,καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς . τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς · ὁ δὲ δῆμος ἐπεφώνει · Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου . παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθ’ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ θεῷ ,καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν . Ὁ δὲ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο . Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν ,εἰς Ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν ,συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον .