Ancient Greek
19.32 to 19.40
NOVUM TESTAMENTUM, Acta apostolorum 19.32-40
Not analysed yet
ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον ,ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη ,καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν . ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων ,ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ . ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων · Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων . καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν · Ἄνδρες Ἐφέσιοι ,τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς ; ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν . ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν . εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον ,ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν ,ἐγκαλείτωσαν ἀλλήλοις . εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε ,ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται . καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης . καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν .