Ancient Greek
20.1 to 20.16
NOVUM TESTAMENTUM, Acta apostolorum 20.1-16
Not analysed yet
Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας ,ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν . διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα ποιήσας τε μῆνας τρεῖς · γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας . συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος ,Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος ,καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος ,Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος · οὗτοι δὲ προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι · ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων ,καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε ,οὗ διετρίψαμεν ἡμέρας ἑπτά . Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς ,μέλλων ἐξιέναι τῇ ἐπαύριον ,παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου . ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι · καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος ,καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον ,κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός . καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν · Μὴ θορυβεῖσθε ,ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν . ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς ,οὕτως ἐξῆλθεν . ἤγαγον δὲ τὸν παῖδα ζῶντα ,καὶ παρεκλήθησαν οὐ μετρίως . Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον ,ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον ,οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν . ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον ,ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην ,κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου ,τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον ,τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον · κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον ,ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ ,ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα .