Ancient Greek
2.18 to 2.32
NOVUM TESTAMENTUM, Acta apostolorum 2.18-32
Not analysed yet
καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ,καὶ προφητεύσουσιν . καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω ,αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ · ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ . καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται . Ἄνδρες Ἰσραηλῖται ,ἀκούσατε τοὺς λόγους τούτους . Ἰησοῦν τὸν Ναζωραῖον ,ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν ,καθὼς αὐτοὶ οἴδατε ,τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε ,ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου ,καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ · Δαυὶδ γὰρ λέγει εἰς αὐτόν · Προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός ,ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ . διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου ,ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι · ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην ,οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν . ἐγνώρισάς μοι ὁδοὺς ζωῆς ,πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου . Ἄνδρες ἀδελφοί ,ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ,ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη ,καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης · προφήτης οὖν ὑπάρχων ,καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ ,προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν . τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός ,οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες .