Ancient Greek
2.33 to 2.47
NOVUM TESTAMENTUM, Acta apostolorum 2.33-47
Not analysed yet
τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε . οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς ,λέγει δὲ αὐτός · Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου · Κάθου ἐκ δεξιῶν μου ,ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου . ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός ,τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε . Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν ,εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους · Τί ποιήσωμεν ,ἄνδρες ἀδελφοί ; Πέτρος δὲ πρὸς αὐτούς · Μετανοήσατε ,καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν ,καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος · ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν . ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο ,καὶ παρεκάλει αὐτοὺς λέγων · Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης . οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν ,καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι . ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ ,τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς . Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος ,πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο . πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά ,καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν · καθ’ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ ,κλῶντές τε κατ’ οἶκον ἄρτον ,μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας ,αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν . ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθ’ ἡμέραν ἐπὶ τὸ αὐτό .