Ancient Greek · ~5 min
1.13 to 1.20
NOVUM TESTAMENTUM, Apocalypsis Ioannis 1.13-20
Not analysed yet
καὶ ἐν μέσῳ τῶν λυχνιῶν ὅμοιον υἱὸν ἀνθρώπου ,ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν · ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν ,ὡς χιών ,καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός ,καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ,ὡς ἐν καμίνῳ πεπυρωμένης ,καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν ,καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά ,καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη ,καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ . Καὶ ὅτε εἶδον αὐτόν ,ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός · καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐμὲ λέγων · Μὴ φοβοῦ · ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος ,καὶ ὁ ζῶν —καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων . καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου . γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα . τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου ,καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς · οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν ,καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν .