Ancient Greek · ~8 min
2.1 to 2.12
NOVUM TESTAMENTUM, Apocalypsis Ioannis 2.1-12
Not analysed yet
Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον · Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ ,ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν · Οἶδα τὰ ἔργα σου ,καὶ τὸν κόπον καὶ τὴν ὑπομονήν σου ,καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς ,καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους ,καὶ οὐκ εἰσίν ,καὶ εὗρες αὐτοὺς ψευδεῖς · καὶ ὑπομονὴν ἔχεις ,καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου ,καὶ οὐ κεκοπίακες . ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες . μνημόνευε οὖν πόθεν πέπτωκας ,καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον · εἰ δὲ μή ,ἔρχομαί σοι ,καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς ,ἐὰν μὴ μετανοήσῃς . ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν ,ἃ κἀγὼ μισῶ . ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις . τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς ,ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ θεοῦ . Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον · Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος ,ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν · Οἶδά σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν ,ἀλλὰ πλούσιος εἶ ,καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς ,καὶ οὐκ εἰσίν ,ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ . μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν . ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε ,καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα . γίνου πιστὸς ἄχρι θανάτου ,καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς . ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις . ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου . Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον · Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν ·