Ancient Greek · ~8 min
13.1 to 13.12
NOVUM TESTAMENTUM, Apocalypsis Ioannis 13.1-12
Not analysed yet
Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον ,ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά ,καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα ,καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας . καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει ,καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου ,καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος . καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην . καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον ,καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη . καὶ ἐθαυμάσθη ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου ,καὶ προσεκύνησαν τῷ δράκοντι ὅτι ἔδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ ,καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες · Τίς ὅμοιος τῷ θηρίῳ ,καὶ τίς δύναται πολεμῆσαι μετ’ αὐτοῦ ; Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίας ,καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσεράκοντα δύο . καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίας πρὸς τὸν θεόν ,βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ ,τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας . καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς ,καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος . καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ,οὗ οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου . Εἴ τις ἔχει οὖς ἀκουσάτω . εἴ τις εἰς αἰχμαλωσίαν ,εἰς αἰχμαλωσίαν ὑπάγει · εἴ τις ἐν μαχαίρῃ ἀποκτανθῆναι αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι . ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων . Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς ,καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ ,καὶ ἐλάλει ὡς δράκων . καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ . καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον ,οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ .