Ancient Greek · ~5 min
13.13 to 13.18
NOVUM TESTAMENTUM, Apocalypsis Ioannis 13.13-18
Not analysed yet
καὶ ποιεῖ σημεῖα μεγάλα ,ἵνα καὶ πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ καταβαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων . καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου ,λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ,ὃς ἔχει τὴν πληγὴν τῆς μαχαίρης καὶ ἔζησεν . καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου ,ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν . καὶ ποιεῖ πάντας ,τοὺς μικροὺς καὶ τοὺς μεγάλους ,καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς ,καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους ,ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν ,καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα ,τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ . ὧδε ἡ σοφία ἐστίν · ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου ,ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν · καὶ ὁ ἀριθμὸς αὐτοῦ ἑξακόσιοι ἑξήκοντα ἕξ .