Ancient Greek · ~1 min
18.23 to 18.24
NOVUM TESTAMENTUM, Apocalypsis Ioannis 18.23-24
Not analysed yet
καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι ,καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι · ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς ,ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη ,καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς .