Ancient Greek · ~9 min
19.1 to 19.13
NOVUM TESTAMENTUM, Apocalypsis Ioannis 19.1-13
Not analysed yet
Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων · Ἁλληλουϊά · ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν ,ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ · ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς ,καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς . καὶ δεύτερον εἴρηκαν · Ἁλληλουϊά · καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων . καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα ,καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες · Ἀμήν ,Ἁλληλουϊά . Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα · Αἰνεῖτε τῷ θεῷ ἡμῶν ,πάντες οἱ δοῦλοι αὐτοῦ ,καὶ οἱ φοβούμενοι αὐτόν ,οἱ μικροὶ καὶ οἱ μεγάλοι . καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν ,λεγόντων · Ἁλληλουϊά ,ὅτι ἐβασίλευσεν κύριος ,ὁ θεός ,ὁ παντοκράτωρ . χαίρωμεν καὶ ἀγαλλιῶμεν ,καὶ δώσομεν τὴν δόξαν αὐτῷ ,ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου ,καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν ,καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν ,τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν . Καὶ λέγει μοι · Γράψον · Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι . καὶ λέγει μοι · Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν . καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ . καὶ λέγει μοι · Ὅρα μή · σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ · τῷ θεῷ προσκύνησον · ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας . Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον ,καὶ ἰδοὺ ἵππος λευκός ,καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν πιστὸς καλούμενος καὶ ἀληθινός ,καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ . οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φλὸξ πυρός ,καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά ,ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός ,καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι ,καὶ κέκληται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ .