Ancient Greek · ~9 min
2.13 to 2.24
NOVUM TESTAMENTUM, Apocalypsis Ioannis 2.13-24
Not analysed yet
Οἶδα ποῦ κατοικεῖς ,ὅπου ὁ θρόνος τοῦ Σατανᾶ ,καὶ κρατεῖς τὸ ὄνομά μου ,καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις Ἀντιπᾶς ,ὁ μάρτυς μου ,ὁ πιστός μου ,ὃς ἀπεκτάνθη παρ’ ὑμῖν ,ὅπου ὁ Σατανᾶς κατοικεῖ . ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα ,ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ ,ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ ,φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι · οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν Νικολαϊτῶν ὁμοίως . μετανόησον οὖν · εἰ δὲ μή ,ἔρχομαί σοι ταχύ ,καὶ πολεμήσω μετ’ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου . ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις . τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου ,καὶ δώσω αὐτῷ ψῆφον λευκήν ,καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων . Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον · Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ ,ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός ,καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ · Οἶδά σου τὰ ἔργα ,καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου ,καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων . ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ ,ἡ λέγουσα ἑαυτὴν προφῆτιν ,καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα . καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ ,καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς . ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην ,καὶ τοὺς μοιχεύοντας μετ’ αὐτῆς εἰς θλῖψιν μεγάλην ,ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς · καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ · καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας ,καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν . ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις ,ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην ,οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ ,ὡς λέγουσιν ,οὐ βάλλω ἐφ’ ὑμᾶς ἄλλο βάρος ·