Ancient Greek · ~9 min
22.1 to 22.14
NOVUM TESTAMENTUM, Apocalypsis Ioannis 22.1-14
Not analysed yet
Καὶ ἔδειξέν μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον ,ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν μέσῳ τῆς πλατείας αὐτῆς · καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα ,κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ ,καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν . καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι . καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται ,καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ ,καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ ,καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν . καὶ νὺξ οὐκ ἔσται ἔτι ,καὶ οὐκ ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ φῶς ἡλίου ,ὅτι κύριος ὁ θεὸς φωτίσει ἐπ’ αὐτούς ,καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων . Καὶ εἶπέν μοι · Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί ,καὶ ὁ κύριος ,ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν ,ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει · καὶ ἰδοὺ ἔρχομαι ταχύ · μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου . Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα . καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα ,ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα . καὶ λέγει μοι · Ὅρα μή · σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου · τῷ θεῷ προσκύνησον . Καὶ λέγει μοι · Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου ,ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν . ὁ ἀδικῶν ἀδικησάτω ἔτι ,καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι ,καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι ,καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι . Ἰδοὺ ἔρχομαι ταχύ ,καὶ ὁ μισθός μου μετ’ ἐμοῦ ,ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ . ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ ,ὁ πρῶτος καὶ ὁ ἔσχατος ,ἡ ἀρχὴ καὶ τὸ τέλος . Μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν ,ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν .