Ancient Greek · ~4 min
22.15 to 22.21
NOVUM TESTAMENTUM, Apocalypsis Ioannis 22.15-21
Not analysed yet
ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος . Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις . ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ ,ὁ ἀστὴρ ὁ λαμπρός ,ὁ πρωϊνός . καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν · Ἔρχου · καὶ ὁ ἀκούων εἰπάτω · Ἔρχου · καὶ ὁ διψῶν ἐρχέσθω ,ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν . Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου · ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά ,ἐπιθήσει ὁ θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ · καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης ,ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας ,τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ . Λέγει ὁ μαρτυρῶν ταῦτα · Ναί · ἔρχομαι ταχύ . Ἀμήν · ἔρχου ,κύριε Ἰησοῦ . Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μετὰ πάντων .