Ancient Greek · ~9 min
1.1 to 1.21
NOVUM TESTAMENTUM, Epistula Iacobi 1.1-21
Not analysed yet
Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν . Πᾶσαν χαρὰν ἡγήσασθε ,ἀδελφοί μου ,ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις ,γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν · ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω ,ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι ,ἐν μηδενὶ λειπόμενοι . Εἰ δέ τις ὑμῶν λείπεται σοφίας ,αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος ,καὶ δοθήσεται αὐτῷ · αἰτείτω δὲ ἐν πίστει ,μηδὲν διακρινόμενος ,ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ · μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου ἀνὴρ δίψυχος ,ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ . Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ ,ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ ,ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται . ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον ,καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο · οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται . Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν ,ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς ,ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν . μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ θεοῦ πειράζομαι · ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν ,πειράζει δὲ αὐτὸς οὐδένα . ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος · εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν ,ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον . μὴ πλανᾶσθε ,ἀδελφοί μου ἀγαπητοί . Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν ,καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων ,παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα . βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας ,εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων . Ἴστε ,ἀδελφοί μου ἀγαπητοί . ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι ,βραδὺς εἰς τὸ λαλῆσαι ,βραδὺς εἰς ὀργήν ,ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται . διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν .