Ancient Greek · ~3 min
1.22 to 1.27
NOVUM TESTAMENTUM, Epistula Iacobi 1.22-27
Not analysed yet
Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ ἀκροαταὶ μόνον παραλογιζόμενοι ἑαυτούς . ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής ,οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ ,κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν . ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας ,οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου ,οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται . Εἴ τις δοκεῖ θρησκὸς εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ ,τούτου μάταιος ἡ θρησκεία . θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν ,ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν ,ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου .