Ancient Greek · ~2 min
5.17 to 5.20
NOVUM TESTAMENTUM, Epistula Iacobi 5.17-20
Not analysed yet
Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν ,καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι ,καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ · καὶ πάλιν προσηύξατο ,καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς . Ἀδελφοί μου ,ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν ,γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν .