Ancient Greek · ~8 min
5.1 to 5.16
NOVUM TESTAMENTUM, Epistula Iacobi 5.1-16
Not analysed yet
Ἄγε νῦν οἱ πλούσιοι ,κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις . ὁ πλοῦτος ὑμῶν σέσηπεν ,καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν ,ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται ,καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν · ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις . ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀφυστερημένος ἀφ’ ὑμῶν κράζει ,καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν · ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε ,ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς . κατεδικάσατε ,ἐφονεύσατε τὸν δίκαιον . οὐκ ἀντιτάσσεται ὑμῖν ; Μακροθυμήσατε οὖν ,ἀδελφοί ,ἕως τῆς παρουσίας τοῦ κυρίου . ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς ,μακροθυμῶν ἐπ’ αὐτῷ ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον . μακροθυμήσατε καὶ ὑμεῖς ,στηρίξατε τὰς καρδίας ὑμῶν ,ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν . μὴ στενάζετε ,ἀδελφοί ,κατ’ ἀλλήλων ,ἵνα μὴ κριθῆτε · ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν . ὑπόδειγμα λάβετε ,ἀδελφοί ,τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας ,οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου . ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας · τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε ,καὶ τὸ τέλος κυρίου εἴδετε ,ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων . Πρὸ πάντων δέ ,ἀδελφοί μου ,μὴ ὀμνύετε ,μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον · ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ ,ἵνα μὴ ὑπὸ κρίσιν πέσητε . Κακοπαθεῖ τις ἐν ὑμῖν ; προσευχέσθω · εὐθυμεῖ τις ; ψαλλέτω . ἀσθενεῖ τις ἐν ὑμῖν ; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας ,καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου · καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα ,καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος · κἂν ἁμαρτίας ᾖ πεποιηκώς ,ἀφεθήσεται αὐτῷ . ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων ,ὅπως ἰαθῆτε . πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη .