Ancient Greek · ~8 min
2.16 to 2.29
NOVUM TESTAMENTUM, Epistula Ioannis I 2.16-29
Not analysed yet
ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ ,ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου ,οὐκ ἔστιν ἐκ τοῦ πατρός ,ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν · καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ ,ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα . Παιδία ,ἐσχάτη ὥρα ἐστίν ,καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται ,καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν · ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν . ἐξ ἡμῶν ἐξῆλθαν ,ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν · εἰ γὰρ ἐξ ἡμῶν ἦσαν ,μεμενήκεισαν ἂν μεθ’ ἡμῶν · ἀλλ’ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν . καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου καὶ οἴδατε πάντες · οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν ,ἀλλ’ ὅτι οἴδατε αὐτήν ,καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν . τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός ; οὗτός ἐστιν ὁ ἀντίχριστος ,ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν . πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει · ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει . ὑμεῖς ὃ ἠκούσατε ἀπ’ ἀρχῆς ,ἐν ὑμῖν μενέτω · ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ’ ἀρχῆς ἠκούσατε ,καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε . καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν ,τὴν ζωὴν τὴν αἰώνιον . Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς . καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ μένει ἐν ὑμῖν ,καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς · ἀλλ’ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων ,καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος ,καὶ καθὼς ἐδίδαξεν ὑμᾶς ,μένετε ἐν αὐτῷ . Καὶ νῦν ,τεκνία ,μένετε ἐν αὐτῷ ,ἵνα ἐὰν φανερωθῇ σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ . ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν ,γινώσκετε ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται .