Ancient Greek · ~8 min
3.1 to 3.15
NOVUM TESTAMENTUM, Epistula Ioannis I 3.1-15
Not analysed yet
ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν ,καὶ ἐσμέν . διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς ὅτι οὐκ ἔγνω αὐτόν . ἀγαπητοί ,νῦν τέκνα θεοῦ ἐσμεν ,καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα . οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα ,ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν . καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν . Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ ,καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία . καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἄρῃ ,καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν . πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει · πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν . τεκνία ,μηδεὶς πλανάτω ὑμᾶς · ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν ,καθὼς ἐκεῖνος δίκαιός ἐστιν · ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν ,ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει . εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου . πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ ,ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει ,καὶ οὐ δύναται ἁμαρτάνειν ,ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται . ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου · πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ ,καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ . Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ’ ἀρχῆς ,ἵνα ἀγαπῶμεν ἀλλήλους · οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ · καὶ χάριν τίνος ἔσφαξεν αὐτόν ; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν ,τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια . μὴ θαυμάζετε ,ἀδελφοί ,εἰ μισεῖ ὑμᾶς ὁ κόσμος . ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν ,ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς · ὁ μὴ ἀγαπῶν μένει ἐν τῷ θανάτῳ . πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν ,καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν .