Ancient Greek · ~4 min
5.15 to 5.21
NOVUM TESTAMENTUM, Epistula Ioannis I 5.15-21
Not analysed yet
καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἐὰν αἰτώμεθα ,οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπ’ αὐτοῦ . ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον ,αἰτήσει ,καὶ δώσει αὐτῷ ζωήν ,τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον . ἔστιν ἁμαρτία πρὸς θάνατον · οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ . πᾶσα ἀδικία ἁμαρτία ἐστίν ,καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον . Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει ,ἀλλ’ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ αὐτόν ,καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ . οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν ,καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται . οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει ,καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν · καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ ,ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ . οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος . Τεκνία ,φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων .