Ancient Greek · ~8 min
5.1 to 5.14
NOVUM TESTAMENTUM, Epistula Ioannis I 5.1-14
Not analysed yet
Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται ,καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ . ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ ,ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν · αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν ,καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν ,ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον . καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον ,ἡ πίστις ἡμῶν · τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ ; Οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος ,Ἰησοῦς Χριστός · οὐκ ἐν τῷ ὕδατι μόνον ἀλλ’ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι · καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν ,ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια . ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες ,τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα ,καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν . εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν ,ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν ,ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ . ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ · ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν ,ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ . καὶ αὕτη ἐστὶν ἡ μαρτυρία ,ὅτι ζωὴν αἰώνιον ἔδωκεν ὁ θεὸς ἡμῖν ,καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν . ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν · ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει . Ταῦτα ἔγραψα ὑμῖν ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον ,τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ . καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν ,ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν .