Ancient Greek
ΙΩΑΝΝΟΥ Γ, Chapter 1
NOVUM TESTAMENTUM, Epistula Ioannis III 1-2
Not analysed yet
Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ ,ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ . Ἀγαπητέ ,περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν ,καθὼς εὐοδοῦταί σου ἡ ψυχή . ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ ,καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς . μειζοτέραν τούτων οὐκ ἔχω χαράν ,ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν τῇ ἀληθείᾳ περιπατοῦντα . Ἀγαπητέ ,πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους ,οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας ,οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ · ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν . ἡμεῖς οὖν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους ,ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ . Ἔγραψά τι τῇ ἐκκλησίᾳ · ἀλλ’ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς . διὰ τοῦτο ,ἐὰν ἔλθω ,ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ ,λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς ,καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει . Ἀγαπητέ ,μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν . ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν · ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν . Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας · καὶ ἡμεῖς δὲ μαρτυροῦμεν ,καὶ οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν . Πολλὰ εἶχον γράψαι σοι ,ἀλλ’ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν · ἐλπίζω δὲ εὐθέως σε ἰδεῖν ,καὶ στόμα πρὸς στόμα λαλήσομεν . Εἰρήνη σοι . ἀσπάζονταί σε οἱ φίλοι . ἀσπάζου τοὺς φίλους κατ’ ὄνομα .