Ancient Greek
10.21 to 10.33
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 10.21-33
Not analysed yet
οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων · οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων . ἢ παραζηλοῦμεν τὸν κύριον ; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν ; Πάντα ἔξεστιν · ἀλλ’ οὐ πάντα συμφέρει . πάντα ἔξεστιν · ἀλλ’ οὐ πάντα οἰκοδομεῖ . μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου . πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν ,τοῦ κυρίου γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς . εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι ,πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν · ἐὰν δέ τις ὑμῖν εἴπῃ · Τοῦτο ἱερόθυτόν ἐστιν ,μὴ ἐσθίετε δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν · συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου · ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως ; εἰ ἐγὼ χάριτι μετέχω ,τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ ; Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε ,πάντα εἰς δόξαν θεοῦ ποιεῖτε . ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ,καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω ,μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν ,ἵνα σωθῶσιν .