Ancient Greek
11.1 to 11.20
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 11.1-20
Not analysed yet
μιμηταί μου γίνεσθε ,καθὼς κἀγὼ Χριστοῦ . Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε . θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν ,κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ ,κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός . πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ · πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς ,ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ . εἰ γὰρ οὐ κατακαλύπτεται γυνή ,καὶ κειράσθω · εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι ,κατακαλυπτέσθω . ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν ,εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων · ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν . οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός ,ἀλλὰ γυνὴ ἐξ ἀνδρός · καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα ,ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα . διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους . πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ · ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός ,οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός · τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ . ἐν ὑμῖν αὐτοῖς κρίνατε · πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι ; οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ ,ἀτιμία αὐτῷ ἐστιν ,γυνὴ δὲ ἐὰν κομᾷ ,δόξα αὐτῇ ἐστιν ; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται . εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι ,ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν ,οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ . Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε . πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν ,καὶ μέρος τι πιστεύω . δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι ,ἵνα καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν . συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν ,