Ancient Greek
11.21 to 11.34
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 11.21-34
Not analysed yet
ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν ,καὶ ὃς μὲν πεινᾷ ,ὃς δὲ μεθύει . μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν ; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε ,καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας ; τί εἴπω ὑμῖν ; ἐπαινέσω ὑμᾶς ; ἐν τούτῳ οὐκ ἐπαινῶ . Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου ,ὃ καὶ παρέδωκα ὑμῖν ,ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδετο ἔλαβεν ἄρτον καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν · Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν · τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν . ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι ,λέγων · Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι · τοῦτο ποιεῖτε ,ὁσάκις ἐὰν πίνητε ,εἰς τὴν ἐμὴν ἀνάμνησιν . ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον πίνητε ,τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε ,ἄχρι οὗ ἔλθῃ . Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως ,ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου . δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν ,καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω · ὁ γὰρ ἐσθίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα . διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί . εἰ δὲ ἑαυτοὺς διεκρίνομεν ,οὐκ ἂν ἐκρινόμεθα · κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα ,ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν . Ὥστε ,ἀδελφοί μου ,συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε . εἴ τις πεινᾷ ,ἐν οἴκῳ ἐσθιέτω ,ἵνα μὴ εἰς κρίμα συνέρχησθε . Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι .