Ancient Greek
14.1 to 14.19
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 14.1-19
Not analysed yet
Διώκετε τὴν ἀγάπην ,ζηλοῦτε δὲ τὰ πνευματικά ,μᾶλλον δὲ ἵνα προφητεύητε . ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ θεῷ ,οὐδεὶς γὰρ ἀκούει ,πνεύματι δὲ λαλεῖ μυστήρια · ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν . ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ · ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ . θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις ,μᾶλλον δὲ ἵνα προφητεύητε · μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις ,ἐκτὸς εἰ μὴ διερμηνεύῃ ,ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ . Νῦν δέ ,ἀδελφοί ,ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν ,τί ὑμᾶς ὠφελήσω ,ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ ; ὅμως τὰ ἄψυχα φωνὴν διδόντα ,εἴτε αὐλὸς εἴτε κιθάρα ,ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ ,πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον ; καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ ,τίς παρασκευάσεται εἰς πόλεμον ; οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε ,πῶς γνωσθήσεται τὸ λαλούμενον ; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες . τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ ,καὶ οὐδὲν ἄφωνον · ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς ,ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος . οὕτως καὶ ὑμεῖς ,ἐπεὶ ζηλωταί ἐστε πνευμάτων ,πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε . Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ . ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ ,τὸ πνεῦμά μου προσεύχεται ,ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν . τί οὖν ἐστιν ; προσεύξομαι τῷ πνεύματι ,προσεύξομαι δὲ καὶ τῷ νοΐ · ψαλῶ τῷ πνεύματι ,ψαλῶ δὲ καὶ τῷ νοΐ · ἐπεὶ ἐὰν εὐλογῇς πνεύματι ,ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν · σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς ,ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται . εὐχαριστῶ τῷ θεῷ ,πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ · ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι ,ἵνα καὶ ἄλλους κατηχήσω ,ἢ μυρίους λόγους ἐν γλώσσῃ .