Ancient Greek
14.20 to 14.39
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 14.20-39
Not analysed yet
Ἀδελφοί ,μὴ παιδία γίνεσθε ταῖς φρεσίν ,ἀλλὰ τῇ κακίᾳ νηπιάζετε ,ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε . ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ ,καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου ,λέγει κύριος . ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις ,ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν . ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις ,εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι ,οὐκ ἐροῦσιν ὅτι μαίνεσθε ; ἐὰν δὲ πάντες προφητεύωσιν ,εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης ,ἐλέγχεται ὑπὸ πάντων ,ἀνακρίνεται ὑπὸ πάντων ,τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται ,καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ ,ἀπαγγέλλων ὅτι Ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν . Τί οὖν ἐστιν ,ἀδελφοί ; ὅταν συνέρχησθε ,ἕκαστος ψαλμὸν ἔχει ,διδαχὴν ἔχει ,ἀποκάλυψιν ἔχει ,γλῶσσαν ἔχει ,ἑρμηνείαν ἔχει · πάντα πρὸς οἰκοδομὴν γινέσθω . εἴτε γλώσσῃ τις λαλεῖ ,κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς ,καὶ ἀνὰ μέρος ,καὶ εἷς διερμηνευέτω · ἐὰν δὲ μὴ ᾖ διερμηνευτής ,σιγάτω ἐν ἐκκλησίᾳ ,ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ . προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν ,καὶ οἱ ἄλλοι διακρινέτωσαν · ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ ,ὁ πρῶτος σιγάτω . δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν ,ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται ,οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης ),ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων . Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν ,οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν · ἀλλὰ ὑποτασσέσθωσαν ,καθὼς καὶ ὁ νόμος λέγει . εἰ δέ τι μαθεῖν θέλουσιν ,ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν ,αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ . ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν ,ἢ εἰς ὑμᾶς μόνους κατήντησεν ; Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός ,ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ἐστὶν · εἰ δέ τις ἀγνοεῖ ,ἀγνοεῖται . ὥστε ,ἀδελφοί μου ,ζηλοῦτε τὸ προφητεύειν ,καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις ·