Ancient Greek
15.41 to 15.58
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 15.41-58
Not analysed yet
ἄλλη δόξα ἡλίου ,καὶ ἄλλη δόξα σελήνης ,καὶ ἄλλη δόξα ἀστέρων ,ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ . Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν . σπείρεται ἐν φθορᾷ ,ἐγείρεται ἐν ἀφθαρσίᾳ · σπείρεται ἐν ἀτιμίᾳ ,ἐγείρεται ἐν δόξῃ · σπείρεται ἐν ἀσθενείᾳ ,ἐγείρεται ἐν δυνάμει · σπείρεται σῶμα ψυχικόν ,ἐγείρεται σῶμα πνευματικόν . Εἰ ἔστιν σῶμα ψυχικόν ,ἔστιν καὶ πνευματικόν . οὕτως καὶ γέγραπται · Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν · ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν . ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν ,ἔπειτα τὸ πνευματικόν . ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός ,ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ . οἷος ὁ χοϊκός ,τοιοῦτοι καὶ οἱ χοϊκοί ,καὶ οἷος ὁ ἐπουράνιος ,τοιοῦτοι καὶ οἱ ἐπουράνιοι · καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ ,φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου . Τοῦτο δέ φημι ,ἀδελφοί ,ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται ,οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ . ἰδοὺ μυστήριον ὑμῖν λέγω · πάντες οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα ,ἐν ἀτόμῳ ,ἐν ῥιπῇ ὀφθαλμοῦ ,ἐν τῇ ἐσχάτῃ σάλπιγγι · σαλπίσει γάρ ,καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι ,καὶ ἡμεῖς ἀλλαγησόμεθα . δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν . ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν ,τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος · Κατεπόθη ὁ θάνατος εἰς νῖκος . ποῦ σου ,θάνατε ,τὸ νῖκος ; ποῦ σου ,θάνατε ,τὸ κέντρον ; τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία ,ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος · τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ . Ὥστε ,ἀδελφοί μου ἀγαπητοί ,ἑδραῖοι γίνεσθε ,ἀμετακίνητοι ,περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε ,εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ .