Ancient Greek
16.1 to 16.21
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 16.1-21
Not analysed yet
Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους ,ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας ,οὕτως καὶ ὑμεῖς ποιήσατε . κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται ,ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται . ὅταν δὲ παραγένωμαι ,οὓς ἐὰν δοκιμάσητε δι’ ἐπιστολῶν ,τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ · ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι ,σὺν ἐμοὶ πορεύσονται . Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω ,Μακεδονίαν γὰρ διέρχομαι ,πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω ,ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι . οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν ,ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς ,ἐὰν ὁ κύριος ἐπιτρέψῃ . ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς · θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής ,καὶ ἀντικείμενοι πολλοί . Ἐὰν δὲ ἔλθῃ Τιμόθεος ,βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς ,τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ · μή τις οὖν αὐτὸν ἐξουθενήσῃ . προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ,ἵνα ἔλθῃ πρός με ,ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν . Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ ,πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν · καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ ,ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ . Γρηγορεῖτε ,στήκετε ἐν τῇ πίστει ,ἀνδρίζεσθε ,κραταιοῦσθε . πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω . Παρακαλῶ δὲ ὑμᾶς ,ἀδελφοί · οἴδατε τὴν οἰκίαν Στεφανᾶ ,ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς · ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι . χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ ,ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν ,ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν . ἐπιγινώσκετε οὖν τοὺς τοιούτους . Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας . ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ . ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες . ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ . Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου .