Ancient Greek
4.1 to 4.17
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 4.1-17
Not analysed yet
Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ . ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ . ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ,ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας · ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω · οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ,ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι ,ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν . ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε ,ἕως ἂν ἔλθῃ ὁ κύριος ,ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν ,καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ . Ταῦτα δέ ,ἀδελφοί ,μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν δι’ ὑμᾶς ,ἵνα ἐν ἡμῖν μάθητε τό · Μὴ ὑπὲρ ἃ γέγραπται ,ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου . τίς γάρ σε διακρίνει ; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες ; εἰ δὲ καὶ ἔλαβες ,τί καυχᾶσαι ὡς μὴ λαβών ; Ἤδη κεκορεσμένοι ἐστέ ,ἤδη ἐπλουτήσατε ,χωρὶς ἡμῶν ἐβασιλεύσατε · καὶ ὄφελόν γε ἐβασιλεύσατε ,ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν . δοκῶ γάρ ,ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους ,ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις . ἡμεῖς μωροὶ διὰ Χριστόν ,ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ · ἡμεῖς ἀσθενεῖς ,ὑμεῖς δὲ ἰσχυροί · ὑμεῖς ἔνδοξοι ,ἡμεῖς δὲ ἄτιμοι . ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν · λοιδορούμενοι εὐλογοῦμεν ,διωκόμενοι ἀνεχόμεθα ,δυσφημούμενοι παρακαλοῦμεν · ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν ,πάντων περίψημα ἕως ἄρτι . Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα ,ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶν · ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ ,ἀλλ’ οὐ πολλοὺς πατέρας ,ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα . παρακαλῶ οὖν ὑμᾶς ,μιμηταί μου γίνεσθε . διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον ,ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ ,ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ ,καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω .