Ancient Greek
4.18 to 4.21
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 4.18-21
Not analysed yet
ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες · ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς ,ἐὰν ὁ κύριος θελήσῃ ,καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν ,οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ’ ἐν δυνάμει . τί θέλετε ; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ,ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος ;