Ancient Greek
9.1 to 9.17
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 9.1-17
Not analysed yet
Οὐκ εἰμὶ ἐλεύθερος ; οὐκ εἰμὶ ἀπόστολος ; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα ; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ ; εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος ,ἀλλά γε ὑμῖν εἰμι ,ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ . Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη . μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πεῖν . μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν ,ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς ; ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι ; τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ ; τίς φυτεύει ἀμπελῶνα καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει ; τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει ; Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει ; ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται · Οὐ κημώσεις βοῦν ἀλοῶντα . μὴ τῶν βοῶν μέλει τῷ θεῷ ,ἢ δι’ ἡμᾶς πάντως λέγει ; δι’ ἡμᾶς γὰρ ἐγράφη ,ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν ,καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν . εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν ,μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν ; εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν ,οὐ μᾶλλον ἡμεῖς ; Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ ,ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ . οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν ,οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται ; οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν . Ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων . οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί ,καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ —τὸ καύχημά μου οὐδεὶς κενώσει . ἐὰν γὰρ εὐαγγελίζωμαι ,οὐκ ἔστιν μοι καύχημα ,ἀνάγκη γάρ μοι ἐπίκειται · οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι . εἰ γὰρ ἑκὼν τοῦτο πράσσω ,μισθὸν ἔχω · εἰ δὲ ἄκων ,οἰκονομίαν πεπίστευμαι .