Ancient Greek
9.18 to 9.27
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 9.18-27
Not analysed yet
τίς οὖν μού ἐστιν ὁ μισθός ; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον ,εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ . Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα ,ἵνα τοὺς πλείονας κερδήσω · καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος ,ἵνα Ἰουδαίους κερδήσω · τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον ,μὴ ὢν αὐτὸς ὑπὸ νόμον ,ἵνα τοὺς ὑπὸ νόμον κερδήσω · τοῖς ἀνόμοις ὡς ἄνομος ,μὴ ὢν ἄνομος θεοῦ ἀλλ’ ἔννομος Χριστοῦ ,ἵνα κερδάνω τοὺς ἀνόμους · ἐγενόμην τοῖς ἀσθενέσιν ἀσθενής ,ἵνα τοὺς ἀσθενεῖς κερδήσω · τοῖς πᾶσιν γέγονα πάντα ,ἵνα πάντως τινὰς σώσω . πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον ,ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι . Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν ,εἷς δὲ λαμβάνει τὸ βραβεῖον ; οὕτως τρέχετε ἵνα καταλάβητε . πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται ,ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν ,ἡμεῖς δὲ ἄφθαρτον . ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως ,οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων · ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ ,μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι .