Ancient Greek · ~2 min
5.19 to 5.21
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios II 5.19-21
Not analysed yet
ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ ,μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν ,καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς . ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν · δεόμεθα ὑπὲρ Χριστοῦ ,καταλλάγητε τῷ θεῷ . τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν ,ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ .