Ancient Greek · ~8 min
7.1 to 7.13
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios II 7.1-13
Not analysed yet
ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας ,ἀγαπητοί ,καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ,ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ . Χωρήσατε ἡμᾶς · οὐδένα ἠδικήσαμεν ,οὐδένα ἐφθείραμεν ,οὐδένα ἐπλεονεκτήσαμεν . πρὸς κατάκρισιν οὐ λέγω ,προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν . πολλή μοι παρρησία πρὸς ὑμᾶς ,πολλή μοι καύχησις ὑπὲρ ὑμῶν · πεπλήρωμαι τῇ παρακλήσει ,ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν . Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν ,ἀλλ’ ἐν παντὶ θλιβόμενοι —ἔξωθεν μάχαι ,ἔσωθεν φόβοι —ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου · οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ ,ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὑμῖν ,ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν ,τὸν ὑμῶν ὀδυρμόν ,τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ ,ὥστε με μᾶλλον χαρῆναι . ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ ,οὐ μεταμέλομαι · εἰ καὶ μετεμελόμην (βλέπω ὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς ),νῦν χαίρω ,οὐχ ὅτι ἐλυπήθητε ,ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν ,ἐλυπήθητε γὰρ κατὰ θεόν ,ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν . ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται · ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται . ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν ,ἀλλὰ ἀπολογίαν ,ἀλλὰ ἀγανάκτησιν ,ἀλλὰ φόβον ,ἀλλὰ ἐπιπόθησιν ,ἀλλὰ ζῆλον ,ἀλλὰ ἐκδίκησιν · ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι . ἄρα εἰ καὶ ἔγραψα ὑμῖν ,οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος ,οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος ,ἀλλ’ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ . διὰ τοῦτο παρακεκλήμεθα . Ἐπὶ δὲ τῇ παρακλήσει ἡμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου ,ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν ·