Ancient Greek · ~8 min
3.1 to 3.18
NOVUM TESTAMENTUM, Epistula Pauli ad Galatas 3.1-18
Not analysed yet
Ὦ ἀνόητοι Γαλάται ,τίς ὑμᾶς ἐβάσκανεν ,οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος ; τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν ,ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως ; οὕτως ἀνόητοί ἐστε ; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε ; τοσαῦτα ἐπάθετε εἰκῇ ; εἴ γε καὶ εἰκῇ . ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως ; καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ ,καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην . Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως ,οὗτοι υἱοί εἰσιν Ἀβραάμ . προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη . ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ . Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν ,γέγραπται γὰρ ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά . ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον ,ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται ,ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως ,ἀλλ’ · Ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς . Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα ,ὅτι γέγραπται · Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου ,ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ ,ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως . Ἀδελφοί ,κατὰ ἄνθρωπον λέγω · ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται . τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ · οὐ λέγει · Καὶ τοῖς σπέρμασιν ,ὡς ἐπὶ πολλῶν ,ἀλλ’ ὡς ἐφ’ ἑνός · Καὶ τῷ σπέρματί σου ,ὅς ἐστιν Χριστός . τοῦτο δὲ λέγω · διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ ,εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν . εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία ,οὐκέτι ἐξ ἐπαγγελίας · τῷ δὲ Ἀβραὰμ δι’ ἐπαγγελίας κεχάρισται ὁ θεός .