Ancient Greek · ~5 min
3.19 to 3.29
NOVUM TESTAMENTUM, Epistula Pauli ad Galatas 3.19-29
Not analysed yet
Τί οὖν ὁ νόμος ; τῶν παραβάσεων χάριν προσετέθη ,ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται ,διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου · ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν ,ὁ δὲ θεὸς εἷς ἐστιν . Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ ; μὴ γένοιτο · εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι ,ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη . ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν . Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι . ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν ,ἵνα ἐκ πίστεως δικαιωθῶμεν · ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν . πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ . ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε ,Χριστὸν ἐνεδύσασθε · οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην ,οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος ,οὐκ ἔνι ἄρσεν καὶ θῆλυ · πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ . εἰ δὲ ὑμεῖς Χριστοῦ ,ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ ,κατ’ ἐπαγγελίαν κληρονόμοι .