Ancient Greek · ~8 min
ΠΡΟΣ ΓΑΛΑΤΑΣ, Chapter 6
NOVUM TESTAMENTUM, Epistula Pauli ad Galatas 6
Not analysed yet
Ἀδελφοί ,ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι ,ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος ,σκοπῶν σεαυτόν ,μὴ καὶ σὺ πειρασθῇς . ἀλλήλων τὰ βάρη βαστάζετε ,καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ . εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν ,φρεναπατᾷ ἑαυτόν · τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος ,καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον ,ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει . Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς . μὴ πλανᾶσθε ,θεὸς οὐ μυκτηρίζεται · ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος ,τοῦτο καὶ θερίσει · ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν ,ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον . τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν ,καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι . ἄρα οὖν ὡς καιρὸν ἔχομεν ,ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας ,μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως . Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί . ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί ,οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι ,μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ μὴ διώκωνται · οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν ,ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται . ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ,δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ . οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία ,ἀλλὰ καινὴ κτίσις . καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν ,εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος ,καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ . Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω ,ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω . Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν ,ἀδελφοί · ἀμήν .