Ancient Greek · ~7 min
10.22 to 10.39
NOVUM TESTAMENTUM, Epistula Pauli ad Hebraeos 10.22-39
Not analysed yet
προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως ,ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ · κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ ,πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος · καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων ,μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν ,καθὼς ἔθος τισίν ,ἀλλὰ παρακαλοῦντες ,καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν . Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας ,οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία ,φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους . ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει · πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας ,καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη ,καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας . οἴδαμεν γὰρ τὸν εἰπόντα · Ἐμοὶ ἐκδίκησις ,ἐγὼ ἀνταποδώσω · καὶ πάλιν · Κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ . φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος . Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας ,ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων ,τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι ,τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες · καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε ,καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε ,γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν . μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν ,ἥτις ἔχει μεγάλην μισθαποδοσίαν ,ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν · ἔτι γὰρ μικρὸν ὅσον ὅσον ,ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει · ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται ,καὶ ἐὰν ὑποστείληται ,οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ . ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν ,ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς .