Ancient Greek · ~8 min
11.1 to 11.16
NOVUM TESTAMENTUM, Epistula Pauli ad Hebraeos 11.1-16
Not analysed yet
Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις ,πραγμάτων ἔλεγχος οὐ βλεπομένων · ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι . πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ ,εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι . Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ ,δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος ,μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ ,καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ . Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον ,καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός · πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ ,χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι ,πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται . πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ ,δι’ ἧς κατέκρινεν τὸν κόσμον ,καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος . Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν ,καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται . πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν ,ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς · ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ,ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός . πίστει καὶ αὐτῇ Σάρρᾳ δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας ,ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον · διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν ,καὶ ταῦτα νενεκρωμένου ,καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος . Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες ,μὴ λαβόντες τὰς ἐπαγγελίας ,ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι ,καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς . οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν . καὶ εἰ μὲν ἐκείνης μνημονεύουσιν ἀφ’ ἧς ἐξέβησαν ,εἶχον ἂν καιρὸν ἀνακάμψαι · νῦν δὲ κρείττονος ὀρέγονται ,τοῦτ’ ἔστιν ἐπουρανίου . διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν ,ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν .