Ancient Greek · ~9 min
13.1 to 13.20
NOVUM TESTAMENTUM, Epistula Pauli ad Hebraeos 13.1-20
Not analysed yet
Ἡ φιλαδελφία μενέτω . τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε ,διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους . μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι ,τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι . τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος ,πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός . ἀφιλάργυρος ὁ τρόπος · ἀρκούμενοι τοῖς παροῦσιν · αὐτὸς γὰρ εἴρηκεν · Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω · ὥστε θαρροῦντας ἡμᾶς λέγειν · Κύριος ἐμοὶ βοηθός ,οὐ φοβηθήσομαι · τί ποιήσει μοι ἄνθρωπος ; Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν ,οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ ,ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν . Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτός ,καὶ εἰς τοὺς αἰῶνας . διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε · καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν ,οὐ βρώμασιν ,ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες . ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες . ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως ,τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς · διὸ καὶ Ἰησοῦς ,ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν ,ἔξω τῆς πύλης ἔπαθεν . τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς ,τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες . οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν ,ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν · δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ ,τοῦτ’ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ . τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε ,τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός . Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε ,αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες ,ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες ,ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο . Προσεύχεσθε περὶ ἡμῶν ,πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν ,ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι . περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν . Ὁ δὲ θεὸς τῆς εἰρήνης ,ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου ,τὸν κύριον ἡμῶν Ἰησοῦν ,