Ancient Greek · ~2 min
13.21 to 13.25
NOVUM TESTAMENTUM, Epistula Pauli ad Hebraeos 13.21-25
Not analysed yet
καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ ,ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ ,ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας · ἀμήν . Παρακαλῶ δὲ ὑμᾶς ,ἀδελφοί ,ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως ,καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν . γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον ,μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς . ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους . ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας . ἡ χάρις μετὰ πάντων ὑμῶν .