Ancient Greek
10.1 to 10.18
NOVUM TESTAMENTUM, Epistula Pauli ad Romanos 10.1-18
Not analysed yet
Ἀδελφοί ,ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν . μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν · ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν ,ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην ,καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι ,τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν · τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι . Μωϋσῆς γὰρ γράφει ὅτι τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ . ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει · Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου · Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν ; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν · ἤ · Τίς καταβήσεται εἰς τὴν ἄβυσσον ; τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν . ἀλλὰ τί λέγει ; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ,ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου ,τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν . ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν ,καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν ,σωθήσῃ · καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην ,στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν · λέγει γὰρ ἡ γραφή · Πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται . οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος ,ὁ γὰρ αὐτὸς κύριος πάντων ,πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν · Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται . Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν ; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν ; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος ; πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν ; καθὼς γέγραπται · Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά . ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ · Ἠσαΐας γὰρ λέγει · Κύριε ,τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν ; ἄρα ἡ πίστις ἐξ ἀκοῆς ,ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ . Ἀλλὰ λέγω ,μὴ οὐκ ἤκουσαν ; μενοῦνγε · Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν ,καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν .