Ancient Greek
10.19 to 10.21
NOVUM TESTAMENTUM, Epistula Pauli ad Romanos 10.19-21
Not analysed yet
ἀλλὰ λέγω ,μὴ Ἰσραὴλ οὐκ ἔγνω ; πρῶτος Μωϋσῆς λέγει · Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει ,ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς . Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει · Εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν ,ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν . πρὸς δὲ τὸν Ἰσραὴλ λέγει · Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα .