Ancient Greek
11.1 to 11.17
NOVUM TESTAMENTUM, Epistula Pauli ad Romanos 11.1-17
Not analysed yet
Λέγω οὖν ,μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ; μὴ γένοιτο · καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί ,ἐκ σπέρματος Ἀβραάμ ,φυλῆς Βενιαμίν . οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω . ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή ,ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ . Κύριε ,τοὺς προφήτας σου ἀπέκτειναν ,τὰ θυσιαστήριά σου κατέσκαψαν ,κἀγὼ ὑπελείφθην μόνος ,καὶ ζητοῦσιν τὴν ψυχήν μου . ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός ; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας ,οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ . οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν · εἰ δὲ χάριτι ,οὐκέτι ἐξ ἔργων ,ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις . Τί οὖν ; ὃ ἐπιζητεῖ Ἰσραήλ ,τοῦτο οὐκ ἐπέτυχεν ,ἡ δὲ ἐκλογὴ ἐπέτυχεν · οἱ δὲ λοιποὶ ἐπωρώθησαν ,καθὼς γέγραπται · Ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως ,ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ,ἕως τῆς σήμερον ἡμέρας . καὶ Δαυὶδ λέγει · Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς ,σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν ,καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον . Λέγω οὖν ,μὴ ἔπταισαν ἵνα πέσωσιν ; μὴ γένοιτο · ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν ,εἰς τὸ παραζηλῶσαι αὐτούς . εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν ,πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν . Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν . ἐφ’ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος ,τὴν διακονίαν μου δοξάζω ,εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν . εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου ,τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν ; εἰ δὲ ἡ ἀπαρχὴ ἁγία ,καὶ τὸ φύραμα · καὶ εἰ ἡ ῥίζα ἁγία ,καὶ οἱ κλάδοι . Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν ,σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου ,