Ancient Greek
14.1 to 14.18
NOVUM TESTAMENTUM, Epistula Pauli ad Romanos 14.1-18
Not analysed yet
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε ,μὴ εἰς διακρίσεις διαλογισμῶν . ὃς μὲν πιστεύει φαγεῖν πάντα ,ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει . ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω ,ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω ,ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο . σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην ; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει · σταθήσεται δέ ,δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν . Ὃς μὲν κρίνει ἡμέραν παρ’ ἡμέραν ,ὃς δὲ κρίνει πᾶσαν ἡμέραν · ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω · ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ . καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει ,εὐχαριστεῖ γὰρ τῷ θεῷ · καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει ,καὶ εὐχαριστεῖ τῷ θεῷ . Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ ,καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει · ἐάν τε γὰρ ζῶμεν ,τῷ κυρίῳ ζῶμεν ,ἐάν τε ἀποθνῄσκωμεν ,τῷ κυρίῳ ἀποθνῄσκομεν . ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν ,τοῦ κυρίου ἐσμέν . εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ . Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου ; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου ; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ θεοῦ ,γέγραπται γάρ · Ζῶ ἐγώ ,λέγει κύριος ,ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ ,καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ . ἄρα ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει . Μηκέτι οὖν ἀλλήλους κρίνωμεν · ἀλλὰ τοῦτο κρίνατε μᾶλλον ,τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον . οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι’ ἑαυτοῦ · εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι ,ἐκείνῳ κοινόν . εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται ,οὐκέτι κατὰ ἀγάπην περιπατεῖς . μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν . μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν . οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ,ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ · ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις .