Ancient Greek
14.19 to 14.23
NOVUM TESTAMENTUM, Epistula Pauli ad Romanos 14.19-23
Not analysed yet
ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους . μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ . πάντα μὲν καθαρά ,ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι . καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ · σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ . μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει · ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται ,ὅτι οὐκ ἐκ πίστεως · πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν .