Ancient Greek · ~3 min
6.19 to 6.23
NOVUM TESTAMENTUM, Epistula Pauli ad Romanos 6.19-23
Not analysed yet
ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν · ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν ,οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν . Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας ,ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ . τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε ; τὸ γὰρ τέλος ἐκείνων θάνατος · νυνὶ δέ ,ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ θεῷ ,ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν ,τὸ δὲ τέλος ζωὴν αἰώνιον . τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος ,τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν .