Ancient Greek
7.1 to 7.15
NOVUM TESTAMENTUM, Epistula Pauli ad Romanos 7.1-15
Not analysed yet
Ἢ ἀγνοεῖτε ,ἀδελφοί ,γινώσκουσιν γὰρ νόμον λαλῶ ,ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ ; ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ · ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ ,κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός . ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ · ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ ,ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου ,τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ . Ὥστε ,ἀδελφοί μου ,καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ ,εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ ,τῷ ἐκ νεκρῶν ἐγερθέντι ἵνα καρποφορήσωμεν τῷ θεῷ . ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί ,τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ · νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ,ἀποθανόντες ἐν ᾧ κατειχόμεθα ,ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος . Τί οὖν ἐροῦμεν ; ὁ νόμος ἁμαρτία ; μὴ γένοιτο · ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου ,τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν · Οὐκ ἐπιθυμήσεις · ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν ,χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά . ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ · ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν ,ἐγὼ δὲ ἀπέθανον ,καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον · ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι’ αὐτῆς ἀπέκτεινεν . ὥστε ὁ μὲν νόμος ἅγιος ,καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή . Τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος ; μὴ γένοιτο · ἀλλὰ ἡ ἁμαρτία ,ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον · ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς . Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν · ἐγὼ δὲ σάρκινός εἰμι ,πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν . ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω · οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω ,ἀλλ’ ὃ μισῶ τοῦτο ποιῶ .